TLG 2291 001 :: CRATYLUS :: Testimonia

CRATYLUS Phil.
(Atheniensis: 5–4 B.C.)

Testimonia

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn. Berlin: Weidmann, 1952 (repr. Dublin/Zurich: Weidmann, 1966): 69–70.

test. 1–5

Citation: Fragment — (line)

1

PLATO Cratyl. 429 D Σω. Ἆρα ὅτι ψευδῆ λέγειν τὸ παράπαν οὐκ ἔστιν, ἆρα τοῦτό σοι δύναται ὁ λόγος; ... Κρατ. Πῶς γὰρ ἄν, ὦ Σώκρατες, λέγων γέ τις τοῦτο ὃ λέγει μὴ τὸ ὂν λέγοι; ἢ οὐ τοῦτό ἐστιν τὸ ψευδῆ λέγειν τὸ μὴ τὰ ὄντα λέγειν; —Κομψότερος μὲν ὁ λόγος ἢ κατ’ ἐμὲ καὶ κατὰ τὴν ἐμὴν ἡλικίαν,
5ὦ ἑταῖρε. ὅμως μέντοι εἰπέ μοι τοσόνδε· πότερον λέγειν μὲν οὐ δοκεῖ σοι εἶναι ψευδῆ, φάναι δέ; —Οὔ μοι δοκεῖ οὐδὲ φάναι. —Οὐδὲ εἰπεῖν οὐδὲ προσειπεῖν; οἷον εἴ τις ἀπαντήσας σοι ἐπὶ ξενίας, λαβόμενος τῆς χειρὸς εἴποι ‘χαῖρε, ὦ ξένε Ἀθηναῖε ὑὲ Σμικρίωνος Ἑρμόγενεσ‘, οὗτος λέξειεν ἂν ταῦτα ἢ φαίη ἂν ταῦτα ἢ εἴποι ἂν ταῦτα ἢ προσείποι ἂν οὕτω σὲ μὲν οὔ, Ἑρμογένη δὲ τόνδε; ἢ οὐδένα; —
10Ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι. 440 D Sokr. zu Krat. ἔτι γὰρ νέος εἶ καὶ ἡλικίαν ἔχεις.

2

ARISTOT. Rhetor. Γ 16. 1417b 1 καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης [der Sokratiker, fr. 22 Krauss], ὅτι διασίζων καὶ τοῖν χεροῖν διασείων· πιθανὰ γάρ, διότι σύμβολα γίνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν.

3

—Metaph. A 6. 987a 29 μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας [Vorsokra— tik] ἡ Πλάτωνος ἐπεγένετο πραγματεία τὰ μὲν πολλὰ τούτοις [Pythagoreer] ἀκολουθοῦσα, τὰ δὲ καὶ ἴδια παρὰ τὴν τῶν Ἰταλικῶν ἔχουσα φιλοσοφίαν. ἐκ νέου τε γὰρ συνήθης γενόμενος πρῶτον Κρατύλωι καὶ ταῖς Ἡρακλειτείοις δόξαις, ὡς
5ἁπάντων τῶν αἰσθητῶν ἀεὶ ῥεόντων καὶ ἐπιστήμης περὶ αὐτῶν οὐκ οὔσης, ταῦτα μὲν καὶ ὕστερον οὕτως ὑπέλαβεν· Σωκράτους δὲ κτλ. DIOG. III 6 τοὐντεῦθεν δὴ γεγονώς, φασίν, εἴκοσιν ἔτη διήκουσε Σωκράτους· ἐκείνου δ’ ἀπελθόντος προσεῖχε Κρατύλωι τε τῶι Ἡρακλειτείωι καὶ Ἑρμογένει τῶι τὰ Παρμενίδου φιλο‐ σοφοῦντι.

4

—Metaphys. Γ 5. 1010a 7 ἔτι δὲ πᾶσαν ὁρῶντες ταύτην κινουμένην τὴν φύσιν, κατὰ δὲ τοῦ μεταβάλλοντος οὐθὲν ἀληθευόμενον, περί γε τὸ πάντηι πάντως μεταβάλλον οὐκ ἐνδέχεσθαι ἀληθεύειν. ἐκ γὰρ ταύτης τῆς ὑπολήψεως ἐξήνθησεν ἡ ἀκροτάτη δόξα τῶν εἰρημένων, ἡ τῶν φασκόντων ἡρακλειτίζειν καὶ
5οἵαν Κ. εἶχεν, ὃς τὸ τελευταῖον οὐθὲν ὤιετο δεῖν λέγειν, ἀλλὰ τὸν δάκτυλον ἐκίνει μόνον, καὶ Ἡρακλείτωι ἐπετίμα εἰπόντι [22 B 91], ὅτι δὶς τῶι αὐτῶι ποταμῶι
οὐκ ἔστιν ἐμβῆναι· αὐτὸς γὰρ ὤιετο οὐδ’ ἅπαξ.69

5

PLATO Cratyl. 383 A Κρατύλος φησὶν ὅδε, ὦ Σώκρατες, ὀνόματος ὀρθότητα εἶναι ἑκάστωι τῶν ὄντων φύσει πεφυκυῖαν καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες ξυνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθό‐
τητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασιν.70